Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.203 Joseph. AJ 6.207 (English) >>Joseph. AJ 6.211

6.205

Ἔμελλε δὲ οὐκ ἐπὶ πολὺ τοῖς γεγενημένοις ἐμμένειν Σαοῦλος ἄρα· ὁρῶν γὰρ τὸν Δαυίδην παρὰ τῷ θεῷ καὶ παρὰ τοῖς ὄχλοις εὐδοκιμοῦντα κατέδεισε, καὶ τὸν φόβον οὐκ ἔχων ἀποκρύψασθαι περὶ μεγάλων ὄντα βασιλείας τε καὶ ζωῆς, ὧν καὶ θατέρου στερηθῆναι συμφορὰ δεινή, κτείνειν τὸν Δαυίδην διεγνώκει καὶ προστάσσει τὴν ἀναίρεσιν αὐτοῦ Ἰωνάθῃ τῷ παιδὶ καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν. 6.206 δὲ τὸν πατέρα τῆς ἐπὶ τῷ Δαυίδῃ μεταβολῆς θαυμάσας οὐκ ἐπὶ μετρίοις ἀπὸ τῆς πολλῆς εὐνοίας ἀλλʼ ἐπὶ θανάτῳ γενομένης, καὶ τὸν νεανίσκον ἀγαπῶν καὶ τὴν ἀρετὴν αὐτοῦ καταιδούμενος λέγει πρὸς αὐτὸν τὸ τοῦ πατρὸς ἀπόρρητον καὶ τὴν προαίρεσιν. 6.207συμβουλεύει μέντοι φυλάσσεσθαι γενόμενον ἐκποδὼν τὴν ἐπιοῦσαν ἡμέραν· αὐτὸς γὰρ ἀσπάσεσθαι τὸν πατέρα καὶ καιροῦ παραφανέντος αὐτῷ διαλεχθήσεσθαι περὶ αὐτοῦ καὶ τὴν αἰτίαν μαθήσεσθαι καὶ ταύτην ἐκφαυλίσειν, 6.208ὡς οὐ δεῖν ἐπʼ αὐτῇ κτείνειν τοσαῦτα μὲν ἀγαθὰ τὸ πλῆθος ἐργασάμενον εὐεργέτην δʼ αὐτοῦ γεγενημένον, διʼ καὶ συγγνώμην ἂν ἐπὶ τοῖς μεγίστοις ἁμαρτήμασιν εἰκότως εὕρατο. δηλώσω δέ σοι τὴν τοῦ πατρὸς γνώμην.” Δαυίδης δὲ πεισθεὶς συμβουλίᾳ χρηστῇ ὑπεξίσταται τῆς τοῦ βασιλέως ὄψεως. 6.209

Τῇ δʼ ἐπιούσῃ πρὸς τὸν Σαοῦλον Ἰωνάθης ἐλθὼν ὡς ἱλαρόν τε καὶ χαίροντα κατέλαβεν ἤρξατο λόγους αὐτῷ περὶ τοῦ Δαυίδου προσφέρειν· “τί καταγνοὺς αὐτοῦ μικρὸν μεῖζον ἀδίκημα, πάτερ, προσέταξας ἀνελεῖν ἄνδρα μέγα μὲν αὐτῷ πρὸς σωτηρίαν ὄφελος γεγενημένον, μεῖζον δὲ πρὸς τὴν Παλαιστίνων τιμωρίαν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.203 Joseph. AJ 6.207 (English) >>Joseph. AJ 6.211

Powered by PhiloLogic